
Γαῖα θεά, μῆτερ μακάρων, θνητῶν τ ἀνθρώπων, πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα, αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥραισι βρύουσα, ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη, ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ· ἀϊδίη, πολύσεπτε, βαθύστερν, ὀλβιόμοιρε, ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον· ὀμβροχαρής, περὶ ἣν κόσμος πολυδαίδαλος ἄστρων εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς.
Περισσότερα... »